Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.17.4 | Hdt. 9.19.1 (English) | >>Hdt. 9.21.1 |
9.18.2 οὐκ ἔχω δʼ ἀτρεκέως εἰπεῖν οὔτε εἰ ἦλθον μὲν ἀπολέοντες τοὺς Φωκέας δεηθέντων Θεσσαλῶν , ἐπεὶ δὲ ὥρων πρὸς ἀλέξησιν τραπομένους , δείσαντες μὴ καὶ σφίσι γένηται τρώματα , οὕτω δὴ ἀπήλαυνον ὀπίσω · ὣς γάρ σφι ἐνετείλατο Μαρδόνιος · οὔτʼ εἰ αὐτῶν πειρηθῆναι ἠθέλησε εἴ τι ἀλκῆς μετέχουσι .
9.18.3 ὡς δὲ ὀπίσω ἀπήλασαν οἱ ἱππόται , πέμψας Μαρδόνιος κήρυκα ἔλεγε τάδε · “θαρσέετε ὦ Φωκέες · ἄνδρες γὰρ ἐφάνητε ἐόντες ἀγαθοί , οὐκ ὡς ἐγὼ ἐπυνθανόμην . καὶ νῦν προθύμως φέρετε τὸν πόλεμον τοῦτον · εὐεργεσίῃσι γὰρ οὐ νικήσετε οὔτʼ ὦν ἐμὲ οὔτε βασιλέα .” τὰ περὶ Φωκέων μὲν ἐς τοσοῦτο ἐγένετο .
ch. 19
9.19.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 9.17.4 | Hdt. 9.19.1 (English) | >>Hdt. 9.21.1 |